Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.152 | Dem. 24.156 (English) | >>Dem. 24.159 |
24.154ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν . ἀκούω δʼ ἔγωγε καὶ τὸ πρότερον οὕτω καταλυθῆναι τὴν δημοκρατίαν , παρανόμων πρῶτον γραφῶν καταλυθεισῶν καὶ τῶν δικαστηρίων ἀκύρων γενομένων . ἴσως μὲν οὖν ἄν τις ὑπολάβοι ὅτι οὐχ ὁμοίων ὄντων τῶν πραγμάτων νῦν καὶ τότε λέγω περὶ καταλύσεως τοῦ δήμου . ἀλλʼ οὐδὲ σπέρμα δεῖ καταβάλλειν ἐν τῇ πόλει οὐδένα , ὦ ἄνδρες δικασταί , τοιούτων πραγμάτων , οὐδʼ εἰ μήπω ἂν ἐκφύοι , ἀλλὰ τὸν ἐγχειροῦντα λέγειν ἢ ποιεῖν τι τοιοῦτον δίκην διδόναι .
ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε ποιεῖν ὑμᾶς , ἄξιόν ἐστιν ἀκοῦσαι . ὁρῶν γὰρ ἑκάστοτε πάντας , καὶ τοὺς πολιτευομένους καὶ τοὺς ἰδιώτας , τοὺς νόμους τῶν τῆς πόλεως ἀγαθῶν αἰτίους ὑπολαμβάνοντας , ἐσκόπει πῶς λήσει τούτους καταλύσας , κἂν ἄρα ληφθῇ τοῦτο ποιῶν , μὴ δόξει δεινὸν μηδʼ ἀναιδὲς μηδὲν εἰργάσθαι .
24.156εὗρεν οὖν τοῦθʼ ὃ πεποίηκεν , νόμῳ τοὺς νόμους καταλῦσαι , ἵνα τἀδικήματʼ αὐτοῦ τὸ τῆς σωτηρίας ὄνομʼ ἔχῃ . οἵ τε γὰρ σῴζοντες τὴν πόλιν εἰσὶ νόμοι , ὅν θʼ οὗτος ἔθηκεν οὐδὲν ἐκείνοις τῶν αὐτῶν ἔχοντα , νόμος . τὴν μὲν οὖν τοῦ ὀνόματος φιλανθρωπίαν , ὅτι ταύτην ἂν μάλιστα προσεῖσθε , κατεῖδεν · τὴν δὲ χρείαν , ὅτι τἀναντίʼ ἔχουσα φανήσεται , παρεῖδεν .
24.157φέρε γὰρ πρὸς Διός , ἔστιν ὅστις ἂν ἢ πρόεδρός ποτʼ ἐπεψήφισεν ἢ πρύτανις τούτων τι τῶν ἐν τῷ νόμῳ γεγραμμένων ; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι . πῶς οὖν τοῦθʼ ὑπέδυ ; νόμον ἔθετʼ ὄνομα τοῖς αὑτοῦ κακουργήμασιν . οὐ γὰρ ἁπλῶς , οὐδʼ ὅπως ἔτυχον , ποιοῦσι κακῶς ὑμᾶς , ἀλλʼ ἐσκεμμένως καὶ τοῦτʼ αὐτὸ πράττοντες , οὐχ οὗτοι μόνον , ἀλλὰ πολλοὶ τῶν πολιτευομένων , οἳ τούτῳ παριόντες αὐτίκα δὴ μάλα συναπολογήσονται , οὐ μὰ Δίʼ οὐ Τιμοκράτει χαρίσασθαι βουλόμενοι , πόθεν ; ἀλλʼ αὑτῷ συμφέρειν ἕκαστος ἡγούμενος τὸν νόμον . ὥσπερ τοίνυν οὗτοι σφίσιν αὐτοῖς βοηθοῦσιν ἐφʼ ὑμᾶς , οὕτω δεῖ καὶ ὑμᾶς ὑμῖν αὐτοῖς βοηθεῖν .
24.155
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.152 | Dem. 24.156 (English) | >>Dem. 24.159 |